
De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
ἀφικνεῖται μέρος, οὐκέτ’ εἰλικρινὲς, ἀλλὰ τοῖς ἐκ νωτιαίου
μικτὸν, τοῖς γὰρ εἰς τὰς ῥίζας τῶν πλευρῶν παραφερομένοις
νεύροις, κᾀξ αὐτοῦ μὲν τοῦ κατὰ θώρακα νωτιαίου
προέρχεται, καὶ μετὰ τὸν θώρακα δέ τι δυοῖν ἢ τριῶν
σπονδύλων. ἀναμίγνυται δὲ ταῦτα προΐοντα λειψάνοις τῶν
ἐπὶ τὴν γαστέρα κατελθόντων, οἷς καὶ αὐτοῖς ἐπιμιξία τις
ἰδίᾳ γίνεται τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων. ἐκ δὲ τῆς
μίξεως ἁπάντων σχεδὸν ἅπαντα νευροῦται τἄνδον τοῦ περιτοναίου,
τὴν μὲν ἰσχὺν καὶ τὴν ῥώμην ἐκ τῆς ἀπὸ νωτιαίου
μίξεως λαμβανόντων, τὸ δὲ τῆς αἰσθήσεως ἀκριβὲς ὑπὲρ
τὰ ἄλλα παρὰ τῶν ἀπ’ ἐγκεφάλου. ἔστι δὲ δήπου καὶ ἄλλο
θαυμαστὸν ἔργον τῆς φύσεως ἠγνοημένον τοῖς ἀνατομικοῖς.
ἔνθα γὰρ ἤτοι μακρὰν ὁδὸν ἄξειν μέλλει νεῦρον
μικρὸν, ἢ σφοδρᾷ κινήσει μυὸς ὑπηρετῆσον, ἐνταῦθα
διαλαμβάνει τὴν οὐσίαν αὐτοῦ σώματι παχυτέρῳ μὲν,
ὁμοίῳ δὲ τὰ ἄλλα. δόξει γάρ σοι νεῦρον ἐσφαιρωμένον
ὑπάρχειν, κατὰ μὲν τὴν πρώτην φαντασίαν τῆς ὄψεως
ἐπιπεφυκός τε καὶ περιπεφυκὸς αὐτοῖς, ἀνατέμνοντι
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]