De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
αὐτὸ καθ’ ἑκάστην κίνησιν ἐξίστασθαι τῆς σφετέρας ἕδρας
ἄλλοτ’ ἄλλῃ παραλλάττοντα. τοῦ δὴ μηδὲν τοιοῦτον γίνεσθαι
χάριν ἡ φύσις ἅπασαν ὀστῶν διάρθρωσιν ἐν κύκλῳ περιλαμβάνει
δεσμοῖς μὲν, ἐπίδοσιν δ’ οὐ σμικρὰν ἐγχωροῦσιν.
καὶ θαυμάσαι μάλιστ’ ἄν τις αὐτὸ δὴ τοῦτο πρῶτον αὐτῆς
τοὔργον, ὡς ἐξευρούσης οὐσίας σωμάτων εἰς πολὺ διαφερούσας
ἐπιτηδείων χρείας. ἵνα μὲν γὰρ ἀκριβῶς τε ἅμα
δεσμοῖτο καὶ συνέχοιτο, καὶ οὐ ῥᾳδίως ἀποῤῥηγνύοιτο κατὰ
τὰς βιαίας κινήσεις ἀλλήλων τὰ διαρθρούμενα, σκληρὸν ὡς
ἔνι μάλιστα καὶ δυσπαθέστατον ἐχρῆν γενέσθαι τὸν σύνδεσμον·
ἵνα δ’ ὑπὸ τῶν μυῶν ἑλκομένοις τοῖς ὀστοῖς ἑτοίμως
ἕποιτο, μαλακὸν αὖ πάλιν ἐχρῆν εἶναι, καὶ κατὰ τοῦτ’
ἀσθενῆ. καὶ μὴν ἐναντίον γέ ἐστιν ἰσχυρὸν ἀσθενεῖ, καὶ
σκληρὸν μαλακῷ. τίς οὖν καὶ περὶ ταῦτα τέχνη τῆς φύσεως
ἐξευρούσης σῶμα καὶ τὴν ὠφέλειαν ἑκατέραν ἱκανῶς κεκτημένον,
καὶ πεφευγὸς τὴν βλάβην, ἐξ αὐτῆς τῆς ἀνατομῆς
ἔνεστί σοι μαθεῖν. ὄψει γὰρ ἅπαντα σύνδεσμον σκληρὸν
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]