
De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
μὲν εἰς τοσοῦτον, ὡς ἀσφαλῶς τε ἅμα συνδεῖν καὶ μὴ κωλύειν
συγκινεῖσθαι, μαλακὸν δ’ εἰς τοσοῦτον, ὡς μὴ θλᾶσθαι
μήτε ἀποῤῥήγνυσθαι ῥᾳδίως. καὶ μὴν καὶ τοῦτ’
ἀκούεις ὑφ’ Ἱπποκράτους |λεγόμενον· Ὅσοις ἂν ὑγρότης
ὑποτραφεῖσα πλείων διαβρέξῃ τὰ περὶ τοῖς ἄρθροις σώματα,
ῥᾳδίως τούτοις ἐξίστανται τῶν κώλων αἱ κεφαλαί.
τοὺς δ’ ὑπὸ σκληρότητος αὐτῶν ἀγκυλωθέντας οὐκ οἶμαί
σε λανθάνειν, ὁσημέραι θεώμενον, εἰς ὅσον ἐμποδίζονται
τὴν κίνησιν. ἀλλ’ ἔν γε τῷ κατὰ φύσιν ἔχειν ἀκριβῶς
σύμμετρα τἄλλα τε περὶ τοῖς ἄρθροις ἐστὶ σώματα, καὶ
μάλιστα οἱ τένοντες καὶ σύνδεσμοι, πρός τε τὴν εὐκολίαν
τῆς κινήσεως καὶ πρὸς τὸ μηδὲν πάσχειν αὐτούς. ὅτι δ’
ἐν τούτοις χρὴ θαυμάζειν ἅπασαν τέχνην, ἐν οἷς οὕτως
ἀκριβῶς ἐστι τὸ σύμμετρον, ὡς, εἴτε προσθήσεις ἐλάχιστα,
εἴτ’ ἀφέλοις, ἀνατρέπεσθαι τὸ πᾶν ἔργον, οὐδεὶς ἀγνοεῖ.
τὰ γοῦν ἱκανὸν ἔχοντα πλάτος ἐν τῇ δημιουργίᾳ καὶ τοῖς
ἰδιώταις τολμητέον ἐπιχειρεῖν· εἰ δέ τι στενὸν παντελῶς καὶ
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]