De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
δ’ ἡ κνήμη καὶ ὁ μηρὸς, ἀλλ’ ἐκ τεττάρων μὲν καὶ
εἴκοσιν ἐν ἀνθρώπῳ χωρὶς τοῦ κατὰ τὸ πέρας ὑποκειμένου
πλατέος ὀστοῦ, κατὰ δὲ τὰ λοιπὰ ζῶα πλειόνων, ἐγὼ καὶ
τοῦτο διδάξω, καὶ δείξω κᾀνταῦθα τὴν τέχνην τῆς φύσεως,
εἰς τρία κεφάλαια σύμπαντα τὸν λόγον ἀναγαγών·
ἓν μὲν, οὗ δὴ καὶ μάλιστα δοκῶ μοι δεῖσθαι πρὸς τὰ παρόντα,
τὸ χρῆναι πάντως πολλοὺς καὶ μικροὺς γενέσθαι
τῆς ῥάχεως τοὺς σπονδύλους· δεύτερον δὲ, τὸ τέτταρα τὰ
μέγιστ’ αὐτῆς ἀπεργασθῆναι μόρια, καὶ τράχηλον, καὶ μετάφρενον,
καὶ ὀσφὺν, καὶ τὸ καλούμενον ὑπ’ ἐνίων ἱερὸν
ὀστοῦν, ὑπ’ ἐνίων δὲ πλατύ· τρίτον, ὅτι κατὰ μὲν τὸν τράχηλον
ἑπτὰ σπονδύλους ἐχρῆν εἶναι, κατὰ δὲ τὸ μετάφρενον
δώδεκα, κατὰ δὲ τὴν ὀσφὺν πέντε, τὸ δ’ ἱερὸν ὀστοῦν,
ὅτι καὶ τοῦτο ἐκ τεττάρων συντεθῆναι βέλτιον ἦν. τὸ μὲν
δὴ πρῶτον κεφάλαιον, οὗ χρῄζω μάλιστα πρὸς τὰ παρόντα,
τὸ δεῖν ἐκ πολλῶν πάνυ μικρῶν ὀστῶν συντεθῆναι τὴν
ῥάχιν, ἐναργῶς ἀποδέδεικται τήν τε φύσιν ἀναμνησθεῖσιν
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]