Digital Corpus for Graeco-Arabic Studies

Galen: De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)

Kühn 1822

λεπτότητα αὐτῶν, καὶ αὐτοὺς ἀσθενεῖς ἐσχάτως ἀποφαίνουσα. ταῦτά τοι καὶ τὰ σώματα αὐτῶν αὐτὰ κατ’ ἀλλήλων ἐπιβαίνοντα, προμήκη μὲν κάτω, κοῖλα δ’ ἐκ τῶν ἄνωθεν ἐποιήσατο μερῶν, ἵν’ αἱ τῶν ὑποτεταγμένων ἀνάντεις ἀποφύσεις, αἱ τήν τε κοιλότητ’ αὐτῶν γεννῶσαι καὶ περιλαμβάνουσαι τὸ πρόμηκες πέρας τοῦ προτεταγμένου, συντελῶσί τι καὶ αὐταὶ πρὸς τὴν τοῦ κοινοῦ τρήματος γένεσιν. ἔξωθεν γὰρ τούτων τὸ οἷον ἡμικύκλιόν ἐστι, καὶ μετ’ αὐτὸ τὰ τῶν σπονδύλων ἄρθρα, μέσον δ’ ἀμφοῖν ἀνίσχει τὸ νεῦρον, ἅμα μὲν ὑπὸ πασῶν τῶν περικειμένων ἐξοχῶν σκεπόμενον, ἅμα δ’ ἑκατέρου τῶν σπονδύλων ὀλίγον τι παρεγγλύψαν, ὃ διαστήσας σὺ καὶ χωρίσας ἀπ’ ἀλλήλων τελέως τοὺς σπονδύλους, οὐκ ἂν οὐδὲ παρεγγεγλύφθαι δόξαις, ἀλλ’ ἐξ ἀνάγκης ἠκολουθηκέναι ταῖς ἑκατέρων ἀποφύσεσιν. οὕτως ἱκανῶς ἡ φύσις προὐνοήσατο τῆς δυσπαθείας τῶν ἄλλων μὲν ἁπάντων σπονδύλων, μάλιστα δὲ τῶν κατὰ τὸν τράχηλον, ὡς ἂν μικροτάτων ὑπαρχόντων, καὶ πάντ’ ἐτεχνήσατο πρὸς τὸ μὴ διατρῆσαι τὰ σώματ’ αὐτῶν, μηδ’ ἀσθενεῖς ἀπεργάσασθαι

Work

Title: Galen: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 1-366

Publisher: Cnobloch, Leipzig

Download