Digital Corpus for Graeco-Arabic Studies

Galen: De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)

Kühn 1822

λοιποὶ δ’ οἱ κατὰ τὸν τράχηλον σπόνδυλοι τὰς τῶν νεύρων ἐκφύσεις ὑπὸ τῶν ἐγκαρσίων ἀποφύσεων, ἃς δίκρους ἔφαμεν εἶναι, σκεπομένας τε καὶ φρουρουμένας ἀσφαλῶς ἐκτήσαντο. πᾶσι μὲν δὴ τούτοις, πλὴν τοῦ πρώτου σπονδύλου, καθ’ ἑκάτερον τῶν πλαγίων ἐν αὐτοῖς περάτων αἱ τῶν νεύρων ἐκφύσεις ἐγένοντο, κατὰ μὲν τὸν τράχηλον ἑκατέρου τῶν ὁμιλούντων ἀλλήλοιν σπονδύλων, ὡς εἴρηται πρόσθεν, ἴσως ὡς ἔνι μάλιστα συντελοῦντος εἰς τὴν τοῦ παραπέμποντος τὸ νεῦρον τρήματος γένεσιν· ἐν δὲ τοῖς κατὰ τὴν ὀσφὺν ὅλην ἐπιβαίνει σχεδόν τι τῷ πέρατι τοῦ προτεταγμένου σπονδύλου τὸ νεῦρον, ὡς ἂν ἐντεῦθεν μὲν ἐκφυομένης τῆς φρουρούσης ἀποφύσεως αὐτὸ, μεγάλων δὲ καὶ αὐτῶν τῶν σπονδύλων ὑπαρχόντων, καὶ διὰ τοῦτο χώραν ἱκανὴν καὶ θατέρου μόνου τῷ νεύρῳ παρασχεῖν δυναμένου. κατὰ δὲ τὸν τράχηλον ἡ μικρότης τῶν σπονδύλων οὐκ ἦν ἱκανὴ μόνη τὴν ὁδὸν παρασχεῖν τῷ νεύρῳ. δι’ αὐτὸ γάρ τοι τοῦτο καὶ κατὰ τὸ πέρας ἑκάστου παρενέγλυψεν ἡ φύσις οἷον ἡμικύκλιόν τι, φυλαξαμένη διατιτράναι τοὺς οπονδύλους αὐτοὺς, ὡς ἂν, εἰ τοῦτ’ ἔπραξεν, ἐξελέγχουσά τε τὴν

Work

Title: Galen: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 1-366

Publisher: Cnobloch, Leipzig

Download