Digital Corpus for Graeco-Arabic Studies

Galen: De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)

Kühn 1822

καὶ λεῖον ἴσον τε πανταχόθεν καὶ ἀκριβῶς ἐπίπεδον κύκλον περατοῦσα, καὶ κατὰ τοῦτο πρὸς ἀλλήλους συνάπτουσα, μόνων τῶν κατὰ τὸν τράχηλον οὐ τὴν αὐτὴν ἐποιήσατο σύνταξιν; ὅτι, διττὸν ἑκάστου τῶν σπονδύλων ἔχοντος τὸν πρῶτον σκοπὸν τῆς κατασκευῆς, ἕδραν μὲν ἀσφαλῆ τῆς ὅλης ῥάχεως, ὡς ἂν τρόπεώς τέ τινος οὔσης καὶ οἷον θεμελίου, κίνησιν δὲ, ὡς ἂν ζώου μορίου, τοῖς μὲν ἄλλοις ἅπασι σπονδύλοις κάτω τοῦ τραχήλου μείζων τῆς ἀσφαλείας ἐστὶ χρεία, τοῖς δ’ ἄνω τῆς κινήσεως. ἐννοήσας γὰρ, ὡς εἰς πλείους ἐνεργείας δεόμεθα πολυειδῶς τε ἅμα καὶ ταχέως καὶ μέχρι πλείονος ἐπινεύειν καὶ ἀνανεύειν καὶ περιφέρειν εἰς τὰ πλάγια τὸν τράχηλον, ἤπερ ὅλην κινεῖν τὴν ῥάχιν, ἐπαινέσεις, οἶμαι, τὴν φύσιν ἑλομένην ἑκατέρῳ τῷ μέρει τῆς ῥάχεως τὸ πρόσφορον, τῷ μὲν τραχήλῳ τὴν κίνησιν, τῷ δ’ ἄλλῳ παντὶ τὴν ἕδραν. ἀλλ’ οὔτε ἀσφαλῶς ἐπ’ ἀλλήλων βεβηκέναι τοῖς κάτω σπονδύλοις οἷόν τ’ ἦν ἄνευ πλατείας τε βάσεως καὶ δεσμοῦ συντόνου, οὔτε κινεῖσθαι τοῖς ἄνω ῥᾳδίως ἄνευ προμήκους ἀποφύσεως ἢ συνδέσμου χαλαροῦ.

Work

Title: Galen: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 1-366

Publisher: Cnobloch, Leipzig

Download