Digital Corpus for Graeco-Arabic Studies

Galen: De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)

Kühn 1822

τὴν κύστιν, εἶτ’ αὖθις τὴν κύστιν θλίβων, πληρώσεις τὸν ὑμένα, καί σε τὸ γινόμενον αὐτὸ διδάξει, διά τε τὴν εὐθύτητα καὶ τὸ μέγεθος τοῦ κατὰ τὸν ὀμφαλὸν πόρου φθάνον ἐκρεῖν ταύτῃ τὸ οὖρον. ἥ τε γὰρ εὐρύτης ἡ κατὰ τὸν οὐραγὸν πολλαπλάσιός ἐστι τῆς κατὰ τὸν αὐχένα, τά τε τῆς εὐθύτητος οὐδὲ παραβάλλεσθαι δίκαια. σκολιὸς μὲν γὰρ ἱκανῶς ὁ τῆς κύστεως αὐχὴν, εὐθὺς δ’ ἀκριβῶς ὁ οὐραγὸς, ἀνατεταμένου δὴ τοῦ παντὸς ὀμφαλοῦ καὶ οἷον κρεμαμένου διὰ τῶν κατὰ τὸ χορίον ἀγγείων ἐκ τῆς ὑστέρας, μῦς δ’ οὐδεὶς ἔξωθεν περιβέβληται τῷ οὐραγῷ φύλαξ τῆς ἀκαίρου τῶν περιττωμάτων ἐκροῆς, ὥσπερ ἐπὶ τῶν ἀποκυηθέντων ὁ περὶ τὸν τράχηλόν ἐστι τῆς κύστεως. οὐδεὶς γὰρ καιρὸς ἀνεπιτήδειος τῷ κυουμένῳ πρὸς τὴν τοῦ τοιούτου περιττώματος ἔκκρισιν, ὥσπερ τοῖς ἤδη τελείοις. ἐπὶ μὲν δὴ τούτων εὐλόγως ὁ μῦς ἐφέστηκε μηδὲν ἔξωθεν παριεὶς, πρὶν κελεῦσαι τὸν λογισμὸν, ἐπὶ δὲ τῶν ἐμβρύων περιττὸς ἂν ἦν καὶ μάταιος· οὐδὲν δ’ ἡ φύσις ἐργάζεται μάτην. 

Work

Title: Galen: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 1-366

Publisher: Cnobloch, Leipzig

Download