De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
ἀλλήλοις ὁ ς΄ τε καὶ ζ΄ σπόνδυλος, παραφερομένης
δὲ τῆς μὲν ἑτέρας μοίρας αὐτῶν ὀρθίας διὰ τῶν κατὰ τὰς
πλαγίας ἀποφύσεις τρημάτων ἑκάστου τῶν πρώτων ς΄ σπονδύλων,
ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέλεκται, τῆς
δ’ ἑτέρας λοξῆς ἐποχουμένης μόνῳ τῷ ς΄· διὸ καὶ μείζων
τῶν ἄλλων σπονδύλων οὗτος ἐγένετο. τῶν δ’ οὖν καρωτίδων
ἀρτηριῶν ἑκατέρα δίχα σχίζεται, καὶ τὸ μὲν ὀπίσω
μᾶλλον ἔρχεται μόριον αὐτῆς, τὸ δὲ πρόσω· καὶ αὖθις
ἑκάτερον τῶνδε δίχα σχίζεται, κᾄπειτα τοῦ μὲν πρόσω θάτερον
μόριον εἴς τε τὴν γλῶτταν ἀφικνεῖται καὶ τοὺς
κάτω γένυος ἔνδοθεν μῦς, τὸ δ’ ἕτερον ἐπιπολῆς μὲν
μᾶλλον τοῦδε τεταγμένον, ὅμως δὲ καὶ αὐτὸ μεγάλοις ἀδέσιν
ἐσκεπασμένον, εἴς τε τὰ πρόσω τῶν ὤτων ἄχρι τοῦ
κροταφίτου μυὸς ἀναφέρεται, κᾀνταῦθα κατασχίζεται, κᾀκ
τῶν ὄπισθεν δὲ μέχρι τῆς κορυφῆς ἀνέρχεται, καὶ συνάπτει
γε ἀλλήλοις πολλαχόθι τὰ πέρατα τῶν ἐν τοῖς ἀριστεροῖς τῆς
κεφαλῆς ἀγγείων πρὸς τὰ κατὰ θάτερον καὶ τῶν ἐντὸς
πρὸς τἀκτός. ἡ δὲ λοιπὴ μοῖρα τῆς καρωτίδος ἀρτηρίας,
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]