De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
μόνοις ἠδυνήθη χρήσασθαι πρὸς τὰς καθ’ ὁρμὴν κινήσεις,
ὅτι μήτ’ αἰσθήσεως αὐτοῖς μήτε κινήσεως μετῆν, ὡς ἂν
μηδὲ συνημμένοις τῷ τὸ τῆς ψυχῆς ἡγεμονοῦν περιέχοντι
τόπῳ, νεύροις τ’ οὐχ οἷόν τε χρῆσθαι μόνοις, ἀδυνάτοις
οὖσι διὰ μαλακότητα μεταφέρειν βάρη τηλικαῦτα. δεόντως
οὖν, ἔνθα μὲν δέσεως χρῄζει μόνης τὸ μέλος, ἐνταῦθα σύνδεσμός
ἐστι μόνος, ἔνθα δ’ αἰσθήσεως μόνης, νεῦρον, ἐν
οἷς δ’ ἂν ᾖ χρεία κινήσεως τῆς κατὰ προαίρεσιν, ἐν τούτοις
ἀμφότερα, τοῦ μὲν νεύρου τό τε παρὰ τοῦ λογισμοῦ
πρόσταγμα διακομίζοντος, καὶ τὴν τῆς κινήσεως ἀρχὴν ἐνδιδόντος,
τοῦ δὲ συνδέσμου τὴν εἰς τὸ βαστάζειν τὰ κινούμενα
ῥώμην τῷ νεύρῳ παρέχοντος. μικτὸν οὖν ἐξ ἀμφοῖν
ἐχρῆν τι δημιουργηθῆναι κινήσεως ὄργανον, ὃ πάντως
ἔμελλεν νεύρου μὲν σκληρότερον, συνδέσμου δ’ ἔσεσθαι μαλακώτερον,
ἀτὰρ οὖν καὶ μεθέξειν αἰσθήσεως ἧττον μὲν
ἢ νεῦρον, μᾶλλον δ’ ἢ σύνδεσμος, καὶ ῥώμης δὴ καὶ ἀῤῥωστίας,
καὶ τῶν ἄλλων τῶν ἐναντίων, ἃ καὶ συνδέσμοις
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]