De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)
Kühn 1822
ὑπάρχει καὶ νεύροις, ἐν τῷ μέσῳ τετάξεσθαι, διὰ τὸ μετέχειν
μὲν ἑκατέρων τῶν γεννησαμένων αὐτὸ τῆς οὐσίας, οὐ
μὴν ἀκριβῶς οὐδετέραν, οὐδὲ μόνην, οὐδ’ ἀνεπίμικτον ἔχειν,
ἀλλ’ ἐξ ἀμφοῖν κεκρᾶσθαι. καὶ μὴν οὐδὲν οὐδενὶ δι’ ὅλου
κεράννυσθαι δύναται μὴ καταθραυσθὲν πρότερον εἰς μικρὰ
μόρια. κατατέμνειν οὖν ἑκάτερον εἰς λεπτὰς ἶνας ἀναγκαῖον
ἦν, κᾄπειτ’ ἀλλήλαις ἐκείνας συνάπτειν εἰς γένεσιν τοῦ μέσου
τὴν οὐσίαν αὐτῶν ὀργάνου τοῦ κινητικοῦ. ἀλλ’ εἴπερ
τοῦτ’ ἐποίησε μόνον ἄνευ τοῦ πληρῶσαι τὰς μεταξὺ χώρας
οὐσίας μαλακῆς, οἷον στοιβῆς τέ τινος ἐσομένης αὐτοῖς
καὶ ἕδρας ἀσφαλοῦς, οὐδ’ ἂν ἐπ’ ὀλίγον ἀθλάστους τε καὶ
ἀῤῥήκτους τὰς ἶνας φυλάττεσθαι δυνατὸν ἦν. τὴν οὖν
στοιβὴν ταύτην οὐδ’ αὐτὴν ἄχρηστον ἡ πάντη σοφὴ φύσις,
ἀλλὰ καὶ κρύους καὶ θάλπους ἀλέξημα καὶ τοῖς πιλητοῖς
κτήμασιν ὁμοιότατον σκέπασμα κατά τε τῶν ἰνῶν
αὐτῶν ἐν κύκλῳ περιεβάλετο, καὶ προσέτι ταῖς ἀρτηρίαις
καὶ ταῖς φλεψὶν ὑποστόρεσμά τι καὶ ἀμφίεσμα θαυμαστὸν
Work
Title: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 1-366
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_032-2.xml [714 Kb]