Digital Corpus for Graeco-Arabic Studies

Galen: De Usu Partium XII-XVII (On the Utility of the Parts XII-XVII)

Kühn 1822

τὸ μετάφρενον σπονδύλων οἱ κάτωθεν ἁπάντων οὐκ ἀλόγως ἀντὶ τῶν ἐγκαρσίων ἀποφύσεων τὰς ὑποκειμένας τοῖς ἄρθροις τὰς κατάντεις ἐκτήσαντο, τοῦ μὲν ἑτέρου τὴν ὑστάτην τῶν νόθων πλευρῶν ἔχοντος ἐπιβεβηκυῖαν, αὐτήν τε βραχεῖαν πάνυ καὶ λεπτὴν ὑπάρχουσαν, ἀμυδρῶς τε καὶ σμικρὰ κινουμένην, θατέρου δὲ τὴν ἐπίφυσιν τῶν φρενῶν. οὔκουν ἐδέησεν αὐτοῖς ὁμοίως τοῖς ἄλλοις τοῦ θώρακος σπονδύλοις ἐγκαρσίων ἀποφύσεων ἰσχυρῶν, ὑπερηρεισμένων τε ἅμα καὶ διηρθρωμένων ἀσφαλῶς τοῖς ταύτῃ μέρεσι τῶν κατὰ πλευρὰς ὀστῶν, ἀλλ’ ἀντὶ τούτων τὰς κατάντεις ἔσχον τοῖς γειτνιῶσι τῆς ὀσφύος σπονδύλοις ὁμοιωθέντες.

Ἆρ’ οὖν ἐν τούτοις μὲν ἅπασιν ἡ φύσις ἀκριβῶς δικαία, μόνῳ δὲ τῷ πρώτῳ κατὰ τὸν τράχηλον σπονδύλῳ τῆς ὄπισθεν ἀποφύσεως ἐφθόνησεν ἀδίκως; ἢ καὶ τοῦτο βέλτιον ἦν οὕτω κατεσκευάσθαι; νομίζω σε τῶν ἐν τῷ πρὸ τούτου λόγῳ προγεγραμμένων ἀναμνησθέντα μηκέτ’ ἀποδείξεως δεήσεσθαι μακροτέρας. ὅτι γὰρ οἱ ἀνανεύοντες ὅλην τὴν κεφαλὴν μῦς οἱ εὐθεῖς καὶ βραχεῖς ἅπασαν αὐτῆς κατειλήφασιν

Work

Title: Galen: De Usu Partium XII-XVII
English: On the Utility of the Parts XII-XVII
Original: Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων XII-XVII

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 1-366

Publisher: Cnobloch, Leipzig

Download