De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione (The Passions of the Soul)
Kühn 1823
φιλοχρήματος ὢν, ἢ φίλαρχος, ἢ φιλόδοξος, ἢ φιλότιμος,
ἤ τινα τούτων, ἢ πάντα. τὸν δὲ μὴ προσαγορεύοντα, μήτε
παραπέμποντα, μήτε συνδειπνοῦντα καὶ τοῖς πολὺ δυναμένοις
ἢ πλουτοῦσι, κεκολασμένῃ τῇ διαίτῃ χρώμενον, ἐλπίσας
ἀληθεύειν, εἰς βαθυτέραν ἀφικέσθαι πειράθητι γνῶσιν,
ὁποῖός τέ τίς ἐστιν, (ἐν συνουσίαις δ’ αὕτη πολυχρονιωτέραις
γίγνεται,) κᾂν εὕρῃς τοιοῦτον, ἰδίᾳ ποτὲ μόνῳ
διαλέχθητι, παρακαλέσας, ὅ τι ἄν σοι βλέπῃ τῶν εἰρημένων
παθῶν, εὐθέως δηλοῦν, ὡς χάριν ἕξοντι τούτου μεγίστην,
ἡγησομένῳ τε σωτῆρα μᾶλλον, ἢ εἰ νοσοῦντα τὸ σῶμα διέσωσε.
κᾂν ὑπόσχηται δηλώσειν, ὅταν τι τῶν εἰρημένων
πάσχοντά σε βλέπῃ, κᾄπειτα πλειόνων ἡμερῶν μεταξὺ γιγνομένων
μηδὲν εἴπῃ, συνδιατρίβων δηλονότι μέμψῃ τῷ ἀνθρώπῳ,
αὖθίς τε παρακάλεσον ἔτι λιπαρώτερον ἢ ὡς
πρόσθεν, ὅ τι ἂν ὑπὸ σοῦ βλέπῃ παθῶν πραττομένων εὐθέως
μηνύειν. ἐὰν δὲ εἴπῃ σοι, διὰ τὸ μηδὲν ἑωρακέναι
περί σε τοιοῦτον ἐν τῷ μεταξὺ, διὰ τοῦτο μηδ’ αὐτὸν εἰρηκέναι,
μὴ πεισθῇς εὐθέως, μηδ’ οἰηθῇς ἀναμάρτητος
Work
Title: De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione
English: The Passions of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῆ ἰδίων παθῶν
Domains: Mathematics, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 1-57
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_042.xml [110 Kb]