De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione (The Passions of the Soul)
Kühn 1823
συγγνώμῃ πρᾶξαι οὕτως αἰτήσαντα ἱμάντα, καὶ σωφρονίσαντα
λόγῳ, καὶ ἀπειλήσαντα μηκέτι τὸ λοιπὸν συγχωρῆσαι,
ἐὰν ὁμοίως ἁμάρτῃ; πολλῷ γὰρ ἄμεινόν ἐστι, μηκέτι
ζέοντος τοῦ θυμοῦ πράττειν ἃ πράττεις, ἔξω τῆς
ἀλογίστου μανίας γενόμενον, ὁπότε καὶ τῷ λογισμῷ τὸ
πυκτεῦον εὑρήσεις. ὅτι γὰρ ὁ θυμὸς οὐδὲν ἀποδεῖ μανίας,
ἕξ αὐτῶν ἤδη ὧν ποιοῦσιν οἱ θυμούμενοι μαθεῖν ἔστιν·
παίοντες γὰρ, καὶ λακτίζοντες, καὶ κατασχίζοντες ἱμάτια,
καὶ θορυβῶδες ἐμβλέποντες ἕκαστα πράττουσιν ἄχρι τοῦ,
καθάπερ ἔφην, καὶ θύραις, καὶ λίθοις, καὶ κλεισὶν ὀργίζεσθαι,
καὶ τὰ μὲν καταράσσειν, τὰ δὲ δάκνειν, τὰ δὲ
λακτίζειν. ἀλλ’ ἴσως φήσουσι ταῦτα τῶν ὄντως μαινομένων
εἶναι, τὰ δὲ ὑπὸ σοῦ γιγνόμενα σωφρονούντων. ἐγὼ δὲ,
ὅτι μὲν ἔλαττον ἁμαρτάνουσι τῶν τοὺς λίθους καὶ τὰς θύρας
καὶ τὰς κλεῖς δακνόντων τε καὶ λακτιζόντων οἱ τοὺς
οἰκέτας ταῖς ἑαυτῶν παίοντες χερσὶν, ὁμολογῶ· πέπεισμαι
δὲ καὶ τὸ πρὸς ἄνθρωπον ἅμα τι ποιεῖν ἢ μικρᾶς μανίας
ἔργον ὑπάρχειν, ἢ ζώου τινὸς ἀλόγου τε καὶ ἀγρίου. οὐ γὰρ
Work
Title: De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione
English: The Passions of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῆ ἰδίων παθῶν
Domains: Mathematics, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 1-57
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_042.xml [110 Kb]