De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione (The Passions of the Soul)
Kühn 1823
καὶ λιχνείας, καὶ λαγνείας, οἰνοφλυγίας τε καὶ περιεργίας
καὶ φθόνου καθαρεύειν. ἕτερος οὖν ἡμᾶς ἐπεπείρατο, μή
τί που, καθάπερ οἱ κύνες, ἀπλήστως ὤφθημεν ἐμφορούμενοι
σιτίων, ἢ, ὡς οἱ διακαιόμενοι πυρετῷ συνεχεῖ, ψυχρὸν
ἐπισπασώμεθα τὸ πόμα λαβρότερον, ἢ ὡς ἄνδρας σεμνοὺς
πρέπει. οὔτε γὰρ διὰ πεῖναν ἐμφορεῖσθαι προσήκει σφοδρῶς
καὶ ἀπλήστως, οὔτε διὰ δίψος ὅλην τὴν κύλικα ἐκπίνειν,
ἔτι δὲ μᾶλλον οὔτε διὰ λιχνείαν ἁπάντων τῶν
παρόντων πλέον, ἤτοι πλακοῦντος, ἤ τινος ἄλλου τῶν λίχνων
ὄψων ἀπολαύειν. ἀλλ’ ἐν ἅπασιν αὐτοῖς ἀρχομένους
μὲν ἔτι παρακλητέον ἐστὶν ἑτέρους ὅ τι ἁμάρτωμεν ἐπιτηρεῖν
τε καὶ λέγειν ἡμῖν· ὕστερον δὲ καὶ χωρὶς παιδαγωγῶν ἡμᾶς
αὐτοὺς ἐπιτηρῶμεν αὐτοὶ καὶ παραφυλάττωμεν, ὅπως ἁπάντων
τε τῶν συνδειπνούντων ἔλαττον ὄψου προσενεγκώμεθα,
καὶ τῶν λίχνων ἐδεσμάτων ἀποσχώμεθα, σύμμετρα τῶν ὑγιεινῶν
προσαράμενοι. τοῦ χρόνου δὲ προϊόντος, οὐκ ἔτι οὐδὲ πρὸς
τοὺς δειπνοῦντας ἀποβλέπειν ἀξιώσαιμ’ ἄν σε· μέγα γὰρ οὐδὲν
Work
Title: De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione
English: The Passions of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῆ ἰδίων παθῶν
Domains: Mathematics, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 1-57
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_042.xml [110 Kb]