De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione (The Passions of the Soul)
Kühn 1823
ὑπερβάλλεσθαι, (καλλίστη γὰρ ἡ τοιαύτη φιλονεικία,) μετ’
ἐκείνους δ’ αὖθις ἡμᾶς αὐτοὺς, ὡς ἐξ ἔθους πολυχρονίου
τούτοις ὑγιεινοτάτοις τε ἅμα καὶ προσθεῖναι ῥᾴστοις ἡδέως
ἅμα προσφέρεσθαι, μεμνημένους τῶν καλῶς εἰρημένων. ὧν
καὶ τοῦτ’ ἔστιν. Ἐκλέγου βίον ἄριστον, ἡδὺν δ’ αὐτὸν ἡ
συνήθεια ποιήσεται. ὥσπερ οὖν, ὁπότε πρὸς τὸν θυμὸν
ἀσκεῖν ἠξίουν σε, γνώρισμα τῆς ὠφελείας εἶχες ὁρᾷν σαυτὸν
οὐκ ἔτι θυμούμενον, ὡσαύτως ἐπὶ τῆς σωφροσύνης ἔστω σοι
γνώρισμα μηδ’ ἐπιθυμεῖν ἔτι τῶν ἡδίστων. ὁδὸς δ’ ἐπ’
αὐτήν ἐστι διὰ τῆς ἐγκρατείας. οὕτω γὰρ αὐτὸς πλεονεκτεῖ
σώφρων ἐγκρατοῦς, τῷ μηδ’ ἐπιθυμεῖν λίχνων ἐδεσμάτων
ἢ διὰ τὸ πολυχρόνιον ἔθος, ἢ δι’ ἐγκράτειαν, καθάπερ καὶ
αὐτὸ τοὔνομα αὐτῆς ἐνδείκνυται γεγονὸς, ὅπερ ἐστὶν ἐκ τοῦ
κρατεῖν καὶ νικᾷν τὰς ἐπιθυμίας. ἐπίπονος δέ ἐστι καὶ
τραχεῖα τό γε κατ’ ἀρχὰς, ὥσπερ αἱ ἄλλαι τῶν καλῶν ἐπιτηδευμάτων
ἀσκήσεις. εἰ μὲν οὖν εἴτε τὴν ἀρετὴν ἀντὶ
τῆς κακίας ἔχειν ἐθέλεις, εἴτε τὴν γαλήνην τῆς ψυχῆς ἀντὶ
Work
Title: De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione
English: The Passions of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῆ ἰδίων παθῶν
Domains: Mathematics, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 1-57
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_042.xml [110 Kb]