De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione (The Passions of the Soul)
Kühn 1823
γνῶναί τ’ ἂν οὕτω δύναταί τι τῶν πρῶτον εἰρημένων, ἐπιστήσας
ἑαυτῷ, καθάπερ ἔμπροσθεν εἶπον, ἐπόπτην τινὰ
καὶ παιδαγωγὸν, ὅστις ἑκάστοτε τὰ μὲν ἀναμιμνήσκων αὐτὸν,
τὰ δ’ ἐπιπλήττων, τὰ δὲ προτρέπων τε καὶ παρορμῶν
ἔχεσθαι τῶν κρειττόνων, ἑαυτόν τε παράδειγμα παρέχων
ὧν λέγει καὶ προτρέπει, δυνήσεται κατασκευάσαι λόγῳ
ἐλευθέραν τε καὶ καλὴν τὴν ψυχήν. αἰσχρὸν γὰρ τὴν μὲν
κατὰ νόμους ἀνθρωπίνους ἐλευθερίαν ἀντὶ πολλῶν πεποιῆσθαι,
τὴν δ’ ὄντως καὶ φύσει μὴ σπουδάζειν, ἀλλ’ αἰσχραῖς
καὶ ἀσελγέσι καὶ τυραννικαῖς δεσποίναις δουλεύειν,
φιλοχρηματίαις τε καὶ σμικρολογίαις καὶ φιλαρχίαις καὶ
φιλοδοξίαις καὶ φιλοτιμίαις. καίτοι τούτων ἁπασῶν οὐκ
ἂν ὀκνήσαιμι φάναι μητέρα πλεονεξίαν. τίς οὖν ἔχων ταύτην
ἐν τῇ ψυχῇ δύναται καλὸς κᾀγαθὸς γενέσθαι; τίς δ’
οὐκ ἂν εἴη θανάτων ἄξιος μυρίων, εἰ μὴ μισήσειε τὸ
τοιοῦτον αἶσχος τοῦτο; πολὺ δὲ μᾶλλον μισητέον ἐστὶ καὶ
φευκτέον αὐτὸ σωθῆναι βουλομένοις νέοις, ὡς, ἐὰν φθάσωσιν
ἐκτραφέντες ἀπλήστως χρημάτων ἐπιθυμεῖν, δυνατὸν
Work
Title: De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione
English: The Passions of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῆ ἰδίων παθῶν
Domains: Mathematics, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 1-57
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_042.xml [110 Kb]