De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
ἐστι καὶ τὰ πνευματικὰ προσαγορευόμενα. μαρτυρεῖ γοῦν
ἅπαντα ταῦτα τοῖς εὑρίσκουσιν αὐτὰ, καθάπερ καὶ
τὴν ἀστρονομίαν, καὶ γὰρ ταῦτα πρὸς αὐτῶν τῶν ἐναργῶς
φαινομένων ἐπικρίνεται, βασανίζεταί τε καὶ μαρτυρεῖται,
εἴ γε δὴ τῶν ἐναργῶς φαινομένων ἐστὶν ἔκλειψις
ἡλίου καὶ σελήνης, ὅσα τε κατὰ τοὺς ἀπλανεῖς καὶ πλανήτας
ἀστέρας ὁρᾶται. ὅτι δὲ δάκνονται τὴν ψυχὴν ἅπαντες
ἐπὶ τοῖς λόγοις τούτοις, ὅσοι προβεβηκότες ἤδη κατὰ
τὴν ἡλικίαν οὐκ ἔτι καιρὸν ἔχουσι χρόνῳ πολλῷ βασανίσαι
τὴν ἀποδεικτικὴν μέθοδον ἐπὶ πραγμάτων ἐναργῶς αὐτὴν
μαρτυρῆσαι δυναμένων· ἤτοι γὰρ, ὡς ἔφην, διὰ φιλαυτίαν,
ἢ διὰ δοξοσοφίαν, ἢ φιλοτιμίαν, ἢ φιλοδοξίαν, ἢ
ἀλαζονείαν, ἢ χρηματισμὸν, ἔνιοι μὲν ἑαυτοὺς, ἔνιοι δ’
ἄλλους ἀναπείθουσιν ἐπίστασθαί τι βέβαιον. οὐδὲν οὖν
ἐστι θαυμαστὸν, ἐν ταῖς ἰδίαις ἕκαστον διατριβαῖς τοὺς
φοιτητὰς ἀναπείθειν, ἐνίους μὲν ὀνώδεις φύσει, τινὰς.
δὲ δριμεῖς μὲν, ἀλλὰ ἀγυμνάστους ἐν τοῖς πρώτοις
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]