De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
ἐφεξῆς γενομένων ἀνδρῶν τὴν θαυμασιωτάτην θεωρίαν, ἣν
ἀναλυτικὴν ἔφην ὀνομάζεσθαι, καὶ γυμνασάντων ἐν αὐτῇ
ἑαυτούς τε καὶ τοὺς βουληθέντας ἐπὶ πλεῖστον· ἐν αὐτῇ
καίτοι μηδὲν ἔχουσι δεῖξαι χειρούργημα τοιοῦτον, οἷα μέχρι
δεῦρο διῆλθον ἐπί τε τῶν ἡλιακῶν ὡρολογίων καὶ κλεψυδρῶν.
ἀλλ’ οὐκ ἦσαν οὔτε προπετεῖς οὔτ’ ἀλαζόνες οἱ τὰ
τοιαῦτα ζητήσαντες ὁμοίως τοῖς ἐπαγγελλομένοις σοφίαν ἢ
ζητεῖν, ἢ εὑρηκέναι, τιμήσαντες δ’ ἑαυτοὺς τὴν ἀληθεστάτην
τιμὴν ὠρέχθησαν, ἣν εἶχον ἐν τῇ ψυχῇ δύναμιν ἀρίστην,
ταύτην ἀσκῆσαί τε καὶ εἰς τέλος ἀγαγεῖν. εὔδηλον δ’,
ὅτι τὴν λογικὴν λέγω, ἧς γυμναζομένης τε καὶ τὴν οἰκείαν
εὐεξίαν λαμβανούσης, εὐφραίνονται μειζόνως ἢ ταῖς
διὰ τοῦ σώματος ἡδοναῖς δουλεύοντες. οὐδὲ γὰρ διαφερόμεθα
ἄλλῃ τινὶ δυνάμει τράγων καὶ σκωλήκων, ὑῶν τε καὶ
προβάτων καὶ ὄνων· οὐδ’ ἄλλη τις θεωρία μειζόνως εὐφραίνει
ψυχὴν ἀνδρὸς εὐφυοῦς τῆς ἀναλυτικῆς, ὅταν γέ τις
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]