Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

τὸν περὶ τῶν χυμῶν λόγον, ἔνια μέν μοι δοκοῦσι χρησίμως διορίσασθαι τῶν ἀδιορίστως Ἱπποκράτει γεγραμμένων, ἔνια δὲ καὶ ψευδῶς ἀποφήνασθαι. τῶν δὲ νεωτέρων ἄριστα γέγραπται περὶ μελαγχολίας τῷ Ἐφεσίῳ Ῥούφῳ. καί τις εὐλόγως ἂν φαίη, μηδὲν ἐνδεῖν τοῖς κατὰ φύσιν ἀκούουσιν, οὐκ ἐριστικῶς ἀντιλέγειν προαιρουμένοις, ὅπερ ἐπιπλεῖστον οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν ἐζήλωσαν, καὶ μάλιστα οἱ καλοῦντες ἑαυτοὺς Ἐρασιστρατείους καὶ Ἀσκληπιαδείους καὶ μεθοδικούς· ὧν ἔνιοι καὶ σοφίσματα συνέθεσαν, ἐπιδεικνύναι πειρώμενοι, τὸν περὶ τῶν χυμῶν λόγον ἄχρηστον εἶναι πρὸς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα. πρῶτον μὲν οὖν ἡμεῖς, ὡς εἰθίσμεθα, τὸ χρήσιμον εἰπόντες, ἔπειτα εἰς τὰ κατ’ ἀκολουθίαν τοῦδε ζητούμενα μεταβάντες, οὐκ ἀποκνήσομεν ὕστερον οὐδὲ τὸ διαλύσασθαι τοὺς ἠρωτημένους λόγους τοῖς ἄχρηστον ἡγουμένοις εἶναι τὴν περὶ τοὺς χυμοὺς τέχνην. ὅπως δὲ μή τις ἀσάφεια

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download