Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

περὶ τὸν λόγον γίγνοιτο, καθ’ ἑκάστου χυμοῦ φύσεως ἕν ὄνομα θέμενοι οὕτω πειρασόμεθα διὰ παντὸς ἑρμηνεύειν αὐτόν. οὐκ ἐνδέχεται δὲ πρᾶξαι καλῶς τοῦτο χωρὶς τοῦ διελθεῖν αὐτῶν τὰς ἰδέας. τοῦτ’ οὖν ἤδη πράξωμεν, ἀπὸ τοῦ γνωριμωτάτου πᾶσιν ἀνθρώποις ἀρξάμενοι χυμοῦ.

Φαίνεται δ’ οὗτος, ἐάν τε ἀρτηρία τις ἢ φλὲψ τρωθῇ, παραχρῆμα τῶν περιεχόντων αὐτὸν ἀγγείων ἐκχεόμενος, ἐρυθρότερος μὲν ἐκ τῶν φλεβῶν, ξανθότερος δὲ τοὐπίπαν ἐκ τῶν ἀρτηριῶν. ἀλλὰ πήγνυταί γε ἑκάτερος εὐθέως, οὐ μόνον ἐκπίπτων τοῦ σώματος, ἀλλὰ καὶ κατ’ αὐτὸ περιεχόμενος ἔτι, καθ’ ὅντιν’ οὖν τρόπον. καὶ τήν γε πῆξιν αὐτοῦ τελευτῶσαν εἰς θρόμβον ὁρῶμεν· οὕτω γὰρ ἔθος ὀνομάζειν τοῖς Ἕλλησι τὸ πεπηγὸς αἷμα. φαίνεται δὲ πηγνύμενον οὐ μόνον ἐν τοῖς κατὰ τὴν κοιλίαν τε καὶ τὰ ἔντερα χωρίοις, ἀλλὰ καὶ κατὰ τὴν κύστιν, ἐν ᾗ τὸ οὖρον ἀθροίζεται, καὶ κατὰ πνεύμονά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὥσπερ γε κᾀν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος,

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download