Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

κένωσιν οὐκ ὀλιγάκις ἐπ’ ἀγαθῷ γενομένην. ἀρκεῖ μὲν οὖν καὶ τοῦτο γινώσκεσθαι μόνον εἰς τὰ τῆς τέχνης ἔργα, καὶ μάλιστα ἐάν γε μετὰ διορισμοῦ τῶν καιρῶν, ἐν οἷς ἐκκρίνεται, μάθῃ τις τὸν λόγον, ὃν ἐν τοῖς ἑξῆς ἐγὼ διηγήσομαι. τῷ δὲ μήπω διὰ μακρᾶς πείρας ἐγνωκότι τὸ γινόμενον ἐφ’ ἑκατέρᾳ τῇ κενώσει, θαυμάζειν ἴσως ἢ ἀπιστεῖν εἰκός ἐστιν, εἰ τοῦ μοχθηροτάτου χυμοῦ κενουμένου βλάπτεται τὸ σῶμα· τοὐναντίον γὰρ εὔλογον εἶναι δόξει, τῶν βλαπτόντον ἐκκενουμένων, ὑγιεινότατον αὐτὸ γίνεσθαι. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ἡ τῶν μελάνων κένωσις. ἀλλ’ ὁ διὰ μακρᾶς πείρας πεισθεὶς, ὅτι, ὡς ἄρτι μοι λέλεκται, γίνεται, ῥᾳδίως εὑρήσει τὴν αἰτίαν τοῦ συμβαίνοντος, καὶ μάλισθ’ ὅταν ἐθελήσῃ τὰ γεννῶντα τὴν μέλαιναν χολὴν εὑρεῖν, ὧν ἤδη μὲν ἡ ἀρχὴ τῆς εὑρέσεως εἴρηται, βέλτιον δὲ καὶ τὸ σύμπαν τοῦ λόγου προσθεῖναι. τοῦ γὰρ ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων εἰς ἧπαρ ἀναδιδομένου χυλοῦ 

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download