Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

φαρμάκων αὐτοῖς τοῖς πεπονθόσι προσπιπτόντων εὐθέως, ἐπὶ δὲ τῶν ἄλλων μορίων οὐδὲ τούτου γενέσθαι ῥᾳδίως δυναμένου. οὔκουν τὸ τυχὸν οὐδὲ μικρὸν τῆς τέχνης μέρος ἀθεώρητον εἴασαν οἱ μηδὲν ἐπισκεψάμενοι περὶ μελαίνης χολῆς, ἔτι δὲ μᾶλλον οἱ μηδὲ περὶ τῆς ξανθῆς. ὅσοι δὲ μὴ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδ’ ἀριθμῆσαι δυνατὸν, ὁπόσα παρέλιπον τῆς τέχνης ἀναγκαιότατα θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦθ’ ἅπαντ’ ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆς· Ἡ δὲ χολώδης ὑγρασία ὅτι μὲν ἀναγκαία ἐστὶν ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγινομένων παθῶν μάρτυρες· οἱ ἴκτεροι γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς προσφερομένοις ἔξωθεν παραγίνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι. ταῦτα μὲν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου λόγων περὶ τῆς ξανθῆς χολῆς. 

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download