Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἐτῶν ἢ τριακοσίων, ἀλλὰ πολὺ πλεόνων, ἐνδόξου τῆς καθάρσεως ταύτης οὔσης, καὶ πάντων τῶν ἐν τῷ μεταξὺ χρόνῳ κεχρημένων τῷ φαρμάκῳ. βέλτιον οὖν ἦν παρὰ ὁμόσε χωρήσαντας τὸν Ἐρασίστρατον ἐπιδεῖξαι σφαλερῶς φιλονεικοῦντα, μήτε μελαγχολίαν, μήτ’ ἄλλως μηδεμίαν μανίαν ἐπὶ μελαίνῃ χολῇ γίνεσθαι, καθάπερ γε μηδὲ καρκῖνον, μηδὲ ἐλέφαντα, μηδὲ τὰς θηριώδεις ἐν φρενίτισι παρακοπὰς, μηδὲ κιρσοὺς, μηδ’ αἱμοῤῥοΐδας, μηδ’ ὅτι πολλοὶ κατὰ τὰς ἀναιρέσεις αὐτῶν ἐμελαγχόλησαν. ἀλλ’ οὐκ ἐτόλμησεν οὐδὲν τοιοῦτο εἰπεῖν, αἰδούμενος, οἶμαι, καταγνωσθῆναι πρὸς τῶν ὁμιλούντων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης, ἐν οἷς τὰς ἐπιδείξεις οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐκ ἐν λόγοις σοφιστικοῖς, ἐποιοῦντο. φρασάτω τις οὖν μοι τῶν ἀπ’ αὐτοῦ τὴν αἰτίαν τοῦ τὸν σπλῆνα μέλανα φαίνεσθαι τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει ζώοις, ὡς μηδὲ βρωθῆναι δύνασθαι. ἐπὶ μὲν γὰρ τῶν ὑῶν, εἰ καὶ μὴ παραπλήσιος ἥπατι κατὰ τὴν ἐδωδὴν, ἀλλ’ οὐκ 

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download