Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἀραχνοειδέας μέμφεσθαι, συντήξιος γὰρ σημεῖον. σκοπέειν δὲ χρὴ τῶν οὔρων ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε κάτω ἔωσιν, ἤν τε ἄνω, καὶ τὰ χρώματα ὁκοῖα ἔχουσι. καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖσι χρώμασιν οἷσιν εἰρέαται, ἀγαθὰς εἶναι καὶ ἐπαινέειν, τὰς δ’ ἄνω σὺν τοῖσι χρώμασι οἷσιν εἰρέαται, πονηρὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε, ἤν τε αὐτέη ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῷ τουτέων· οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑωυτήν. ταῦτα γράψαντος Ἱπποκράτους, καὶ μετ’ αὐτὸν Διοκλέους τε καὶ Πραξαγόρου παραπλήσια τούτοις, εὔλογον ἦν, εἴτ’ ἀληθεύουσιν, εἴτε ψεύδονται, τὸν Ἐρασίστρατον εἰρηκέναι, τὸν λογισμὸν προσθέντα τῆς ἰδίας ἀποφάσεως, ὥσπερ γε καὶ περὶ τῶν ἐμουμένων τε καὶ διαχωρουμένων, ἐν οἷς ἐστι καὶ τὰ μέλανα καλούμενα, καὶ πρὸς αὐτοῖς ἡ ἀκριβὴς μέλαινα χολή. καὶ γὰρ καὶ διορίσασθαί τι συγκεχυμένον ἐν τῇ τῆς φωνῆς κοινωνίᾳ τῶν 

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download