De Atra Bile (On Black Bile)
Kühn 1823
τὸν περὶ τῶν χυμῶν λόγον, ἔνια μέν μοι δοκοῦσι χρησίμως
διορίσασθαι τῶν ἀδιορίστως Ἱπποκράτει γεγραμμένων, ἔνια
δὲ καὶ ψευδῶς ἀποφήνασθαι. τῶν δὲ νεωτέρων ἄριστα
γέγραπται περὶ μελαγχολίας τῷ Ἐφεσίῳ Ῥούφῳ. καί τις
εὐλόγως ἂν φαίη, μηδὲν ἐνδεῖν τοῖς κατὰ φύσιν ἀκούουσιν,
οὐκ ἐριστικῶς ἀντιλέγειν προαιρουμένοις, ὅπερ ἐπιπλεῖστον
οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν ἐζήλωσαν, καὶ
μάλιστα οἱ καλοῦντες ἑαυτοὺς Ἐρασιστρατείους καὶ Ἀσκληπιαδείους
καὶ μεθοδικούς· ὧν ἔνιοι καὶ σοφίσματα συνέθεσαν,
ἐπιδεικνύναι πειρώμενοι, τὸν περὶ τῶν χυμῶν λόγον
ἄχρηστον εἶναι πρὸς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα. πρῶτον
μὲν οὖν ἡμεῖς, ὡς εἰθίσμεθα, τὸ χρήσιμον εἰπόντες,
ἔπειτα εἰς τὰ κατ’ ἀκολουθίαν τοῦδε ζητούμενα μεταβάντες,
οὐκ ἀποκνήσομεν ὕστερον οὐδὲ τὸ διαλύσασθαι τοὺς
ἠρωτημένους λόγους τοῖς ἄχρηστον ἡγουμένοις εἶναι
τὴν περὶ τοὺς χυμοὺς τέχνην. ὅπως δὲ μή τις ἀσάφεια
Work
Title: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 104-148
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_044.xml [84 Kb]