Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

τοῦ σώματος ἀδάμαντος ἔχει κατασκευὴν, ἀλλὰ κἀκεῖνά γε τοῖς αὐτοῖς ὑπόκειται πάθεσιν. ἐφ’ ὧν γοῦν οἷόν τέ ἐστι βεβαίως διαγνῶναι τὴν ἐργασαμένην αἰτίαν, ἐναργῶς ἐπὶ τούτων φαίνεται καὶ ξανθὴ καὶ μέλαινα χολὴ διαβιβρώσκουσαι τῶν ἐντέρων ἄλλοτ’ ἄλλο, καθ’ ὅ τί περ ἂν μάλιστα στηριχθῶσι, καί ποτε τελέως ἀνίατον ἐργαζόμεναι τὴν δυσεντερίαν. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν Ἀφορισμοῖς ἔγραψε· Δυσεντερίη, ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον. ἐγὼ δὲ πρόσθεν εἶπον, ἀνίατα πάντ’ εἶναι τὰ διὰ μέλαιναν χολὴν ἑλκωθέντα, πλὴν εἴ τις ἴασιν ἐθέλει καλεῖν, ὅταν ἐκκόψῃ τὸ πεπονθὸς μόριον ὅλον ἐν κύκλῳ περιταμὼν ἄχρι. τῶν ἀπαθῶν. ὥσπερ οὖν ἔντερον ἀβοηθήτως μὲν ὑπὸ μελαίνης χολῆς ἑλκοῦται, δυσβοηθήτως δὲ ὑπὸ τῆς ξανθῆς χολῆς, δῆλον ὅτι καὶ τῶν ἄλλων μορίων ἕκαστον, ὅσα κατακέκρυπται μὲν ἐν τῷ βάθει, κυριώτερα δὲ μακρῷ τῶν ἐντέρων ἐστὶ, πρὸς τῷ καὶ τὴν θεραπείαν ἐπὶ μὲν τῶν ἐντέρων εὐκολωτέραν εἶναι, τῶν ἐνιεμένων διὰ τῆς ἕδρας

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download