Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

οἱ ἀντιλέγοντες δ’ αὐτῷ φασὶν, ὡς, εἴπερ αὐτὸς ὁμολογεῖ, βλάβην ἐργάζεσθαι τὴν ξανθὴν χολὴν πλεονάσασαν, ἄμεινον μὲν ἦν αὐτὴν μηδ’ ὅλως γεννᾶσθαι, τοῦτο δ’ εἴπερ ἀδύνατον, ἀλλ’ ὡς ὀλιγίστην. καὶ μὴν οὔτε γεννᾶσθαι δυνατόν ἐστι κωλύειν ὁντιναοῦν, οὔτε, εἴπερ τοῦτό γε δυνατὸν, ἀλλὰ προνοεῖσθαί γε τοῦ βραχυτάτην αὐτὴν γεννᾶσθαι χωρὶς τοῦ τὴν αἰτίαν τῆς γενέσεως ἐπίστασθαι τοῦ πράγματος δυνατόν. ἡ μὲν οὖν οὐσία τοῦ χυμοῦ τούτου κατὰ γε τὰ σιτία καὶ τὰ ποτὰ περιέχεται. πάντως δὲ δήπου διαφορᾶς οὔσης ἐν αὐτοῖς, τὰ μὲν πλέον αὐτῆς, τὰ δ’ ἔλαττον ἔχει, τὰ δὲ ἴσως οὐδέν. εἰ δ’ ἐν τῷ σώματι γεννᾶται, κατὰ τίνα τε μάλιστα μόρια γίνεται τοῦτο, καὶ τίνος αἰτίας ἐργαζομένης αὐτὴν, ἀναγκαῖον ἐπίστασθαι τοὺς ἰατρούς. ἔζευκται δ’ ὁ λόγος οὗτος τῷ κοινῷ λόγῳ περὶ γενέσεως χυμῶν, ὑπὲρ ὧν οὐδ’ ὅλως Ἐρασίστρατος ἔγραψεν. ὥσθ’, ὅσον ἐστὶν ἐπ’ αὐτῷ, μήτε τῶν ἐδεσμάτων ἡμᾶς ἐπίστασθαι τίνα μὲν εὔχυμά ἐστι, τίνα δὲ κακόχυμα, μήτε τῶν ἐπιτηδευμάτων,

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download