De Atra Bile (On Black Bile)
Kühn 1823
ἔτι δὲ μᾶλλον μηδ’ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων.
καίτοι γ’ ἐνίους ὁρῶμεν, ὅπως ἂν διαιτῶνται,
πολὺν ἀθροίζοντας ἤτοι τὸν πικρόχολον, ἢ τὸν μελαγχολικὸν,
ἢ τὸν τοῦ φλέγματος χυμόν. ὅτι γὰρ καὶ αὐτὸς αἴτιος
γίνεται νοσημάτων οὐ σμικρῶν, ἐν ἑτέρῳ δέδεικται λόγῳ.
ὡμολόγησε δὲ καὶ ὁ Ἐρασίστρατος αὐτὸς, ὑπὸ τοῦ χυμοῦ
τοιούτου γίνεσθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενος
αἰτιᾶσθαι τοὺς μοχθηροὺς χυμούς. ἀλλὰ τούς γε
γλίσχρους καὶ παχεῖς αὐτὸς ἀπεφήνατο παραλύσεως αἰτίους
γενέσθαι, γράψας οὕτως· Τὸ μὲν οὖν πάθος συμβαίνει,
παρεμπτώσεως ὑγρῶν γινομένης εἰς τὰ τοῦ πνεύμονος
ἀγγεῖα τὰ ἐν τοῖς νεύροις, δι’ ὧν αἱ κατὰ προαίρεσιν κινήσεις
συντελοῦνται. καὶ μετ’ ὀλίγα, Ἡ δὲ παρέμπτωσις,
φησὶ, γίνεται τῆς τροφῆς, ἀφ’ ἧς τὰ νεῦρα τρέφεται· αὕτη
δὲ γλίσχρος καὶ ὅλκιμος καὶ δυσέκκριτος. ὅτι δὲ καὶ
ἀποπληξίας καὶ ληθάργου καὶ ἐπιληψίας ἑτέρων τε πολλῶν
ὁ τοιοῦτος χυμὸς ἀθροιζόμενος αἴτιός ἐστιν, οὐκ ἔτ’ εἶπεν.
Work
Title: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 104-148
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_044.xml [84 Kb]