Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

Ἀλλ’ οὐ πρόκειταί μοι νῦν τὴν τῶν ἄλλων χυμῶν δύναμιν ἐξηγήσασθαι, περὶ μελαίνης χολῆς προθεμένῳ γράφειν, ἣν Ἱπποκράτης φησὶν ἀναγκαίαν μὲν ἔχειν τὴν γένεσιν, ὅπως δὲ μὴ γένηται πλείων, ἐδίδαξεν, ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων ἀρξάμενος. ἔν τε γὰρ τοῖς ζώοις, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσίν ἐστιν, ἐν τούτοις φαίνεται γεννᾶσθαι πλέον, ἔν τε ταῖς θερμοτέραις ἅμα καὶ ξηροτέραις ὥραις τε καὶ χώραις καὶ καταστάσεσιν, ἐπιτηδεύμασί τε τοῖς μετὰ κόπων, καὶ φροντίδων, καὶ ἀγρυπνιῶν, ἐδεσμάτων τε τῶν παχυμερῶν καὶ ξηροτάτων. ἀλλὰ καὶ τὸ χρῶμα τοῦ σώματος παντὸς μελάντερόν ἐστι τοῖς τὴν τοιαύτην πεφυκόσιν ἀθροίζειν χολὴν, ἔν τε τοῖς καυσώδεσι νοσήμασιν, ὅσα χωρὶς ὑγρότητος ἔχει τὴν γένεσιν, ἐφ’ ὧν καὶ εἰ αἱμοῤῥαγήσει ποτὲ, ἢ στάξει, μέλαν ῥεῖ. τὰ μὲν οὖν τοιαῦτα φαινόμενα τὰς αἰτίας, ὑφ’ ὧν ὁ μελαγχολικὸς γεννᾶται χυμὸς, ἐνδείκνυται. περὶ δὲ τῆς καθάρσεως αὐτῶν ταυτὶ τὰ φαινόμενα τὴν ὁδὸν τῆς εὑρέσεως ὑπαγορεύει. κακοπραγῶν ἐν χρόνῳ

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download