Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

πλείονι σπλὴν, εἴτε διὰ φλεγμονὴν, εἴτε διὰ σκίῤῥον, εἴτε δι’ ἀτονίαν, ἀχροίας ἐργάζεται κατὰ πᾶν τὸ σῶμα, πρὸς τὸ μελάντερον ἐκτρεπόμενον. ἀλλὰ καὶ αὐτὸς ἀεὶ μελάντερός ἐστι τοῦ ἥπατος, καὶ μάλιστα τῶν τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ζώων, ὁποῖα τὰ καρχαρόδοντα πάντα ἐστὶν, ὥσπερ γε πάλιν, ὁπόσα κράσεως ψυχροτέρας καὶ ὑγροτέρας ἢ κατ’ ἐκεῖνα τετύχηκεν ὄντα, καθάπερ οἱ ὕες, οὐ πάνυ μέλας ὁ σπλὴν αὐτοῖς ἐστι. τοῖς δὲ βουσὶ, καὶ κατὰ φύσιν μὲν ἔχουσι, μελάντερος ὁ σπλήν ἐστιν, γηράσασι δὲ πολλαπλασίῳ δή τινι μελάντερος γίνεται. ἀλλὰ καὶ ἡ γεῦσις τοῦ σπλάχνου τούτου, καίτοι γε ἑψομένου, φαίνεται στρυφνὸν ἔχουσά τι καὶ οὐδαμῶς ὅμοιον ἥπατι. διὰ τούτων μὲν οὖν ὑπαχθέντες οἱ ἄριστοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀπεφήναντο, καθαίρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ σπληνὸς, ἕλκοντος εἰς ἑαυτὸν ὅσον ἰλυῶδες ἐν αἵματι. τοιοῦτο δὲ τοῦτό ἐστιν, ὡς ἔφην, ὁποῖον ἐν οἴνῳ μὲν ἡ τρὺξ, ἐν ἐλαίῳ δ’ ἡ ἀμόργη. τοῖς δὲ νεωτέροις αἱρέσεις προστήσασθαι προελομένοις, ὥσπερ ἄλλα λέλεκται

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download