De Atra Bile (On Black Bile)
Kühn 1823
χυμοὺς, ἀλλοιουμένους ὑπὸ τοῦ φαρμάκου κατὰ τὴν ἐκείνου
δύναμιν, ὅμοιον ἂν ἦν τὸ καθαρθῆναι διά τινος τῶν
τοιούτων φαρμάκων τῷ φλεβοτομηθῆναι. τί ποτ’ οὖν τὸ
ὑδραγωγὸν φάρμακον ἐπὶ τῶν ὑδέρων δίδομεν, ἐνὸν τοῦ αἵματος
ἐκκενῶσαι, τέμνοντας φλέβα; διὰ τί δὲ πλεῖστον ἐπὶ
τούτων ἐκκενοῦται τὸ ὑδατῶδες, ἐλάχιστον δὲ ὁ πικρόχολος
χυμὸς, ἔμπαλιν δ’ ἐπὶ τῶν ἰκτεριώντων ὁ πικρόχολος χυμὸς
πλεῖστος, ἐλάχιστος δ’ ὁ ὑδατώδης; διὰ τί δὲ ὠφελοῦνται
μὲν ὑπὸ τῶν ὑδραγωγῶν φαρμάκων, ὅταν συμμέτρως
κενωθῶσιν, οὐδεὶς δὲ τῶν ὁμοτίμως εἶναι πεπεισμένων
τὰς διὰ τῶν καθαρτικῶν κενώσεις ταῖς φλεβοτομίαις ἐτόλμησεν
ἀφελεῖν αὐτοῖς τοῦ αἵματος; ἀλλ’ ἔνιοι μὲν καὶ διὰ
τῶν ὑδραγωγῶν φαρμάκων τὰς κενώσεις ποιοῦνται, πάντες
δὲ τοῖς οὐρητικοῖς χρῶνται. καίτοι κᾀπὶ τούτων ἐχρῆν τοὺς
φάσκοντας, ὑπὸ τῶν νεφρῶν ἀλλοιούμενον τὸ αἷμα τὴν τῶν
οὔρων γένεσιν ἐργάζεσθαι, φλεβοτομεῖν τοὺς ὑδερικοὺς μᾶλλον,
Work
Title: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 104-148
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_044.xml [84 Kb]