Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἢ διὰ τῶν οὐρητικῶν φαρμάκων θεραπεύειν. ἄμεινον γὰρ ἅπαξ τὸ περιττὸν ἀποχεῖν τοῦ πολλάκις, ἐν πολλαῖς ἡμέραις, κατὰ βραχὺ πράττειν αὐτό. γέγραπται δὲ οὖν μοι καὶ πρὸς ταύτην τὴν δόξαν ἰδίᾳ καθ’ ἓν ὑπόμνημα, τὴν ἐπιγραφὴν ἔχον Πρὸς τὴν καινὴν δόξαν περὶ τῆς τῶν οὔρων διακρίσεως. εἶτ’ οὐχὶ καλῶς οἱ πολλοὶ τῶν ἀνθρώπων ἑαυτοὺς ἐπιτρέπουσι τοῖς ἀλόγῳ τριβῇ μᾶλλον ἢ λογικῇ διαστροφῇ τὴν τέχνην μεταχειριζομένοις; ὅπερ γὰρ εἰώθασι λέγειν ἔνιοι αὐτῶν, ἀληθέσταστόν ἐστιν, ὡς πολλῷ βέλτιον αὐτοὶ γινώσκουσι τά τε τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων διαιτήματα τῶν σοφιστικῶς ληρούντων· οἵγε πρὸς τοῖς ἄλλοις ἔτι καὶ κατατρίβουσιν ἡμῶν τὸν βίον, ἀναγινωσκόντων μὲν πρῶτον, ἃ γεγράφασιν οἱ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνες, εἶτ’ ἀκουόντων, ἃ συναγορεύοντες αὐτοῖς λέγουσιν, εἶτα ἀναγκαζομένων λύειν αὐτῶν τὰ σοφίσματα.

Ἱπποκράτης μὲν οὖν φαίνεται καλός τε καὶ ἀγαθός τις ἀνὴρ γεγονέναι, μὴ φιλοτιμίας ἢ φιλοδοξίας,

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download