Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἀλλ’ ἀληθείας ἐραστής. εἰ δὲ καὶ δόξης ἢ τιμῆς αὐτὸν ἐπιθυμῆσαι φαίη τις, ἀλλὰ καὶ κτήσασθαί γε αὐτὴν ῥᾷστον ἦν ἐκείνῳ τῷ ἀνδρὶ, οὐ βουληθέντι τούτῳ φιλονεικεῖν ἐν λόγοις αἱρέσεσιν ἐνδόξοις ἑαυτοῦ πρεσβυτέραις· οὐδεμία γὰρ ἦν ἱκανῶς ἔνδοξος. οἱ δὲ μετ’ αὐτὸν ἀπλήστως ὀρεχθέντες ἀδίκου δόξης αἱρέσεις ἰδίας συνεστήσαντο μοχθηρὰς, ἀντιλογίας πρὸς τοὺς ἑαυτῶν πρεσβυτέρους ποιησάμενοι. καίτοι τινὲς ἐξ αὐτῶν ἤθους ἐπιεικοῦς οὐκ ἀμελῶς ἔχοντες, ἐν οἷς καὶ τὸν Ἐρασίστρατον ἄν τις οἰηθείη. ἀλλὰ καὶ τοῦτον ἡ πρὸς Ἱπποκράτην φιλονεικία μαχόμενα γράφειν ἑαυτῷ κατηνάγκασε. πῶς γὰρ οὐκ ἄν τις μαχόμενα φαίη, προνοητικῶς τοῦ ζώου τὴν φύσιν ἅπαντα διαπλάσασαν τὰ μόρια μάτην ἐν αὐτοῖς ὅλον τὸ τοῦ σπληνὸς σπλάγχνον πεποιηκέναι; πῶς δ’ οὐκ ἄν τις γνοίη, τινὰς τῶν ὁμοδοξούντων αὐτῷ κατεγνωκότας φαίνεσθαι τῶν εἰρημένων τἀνδρὶ περὶ σπληνὸς, καὶ διὰ τοῦτο τὸ σπλάχνον τοῦτο φάσκοντας προπαρασκευάζειν τῷ ἥπατι τὸν ἐκ τῶν σιτίων

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download