Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

τε τὸ πλεονάζον ὑγρὸν, ὠφελοῦμέν τε τὸν κάμνοντα, οὕτω καὶ αὐτοὶ φλεβοτομίαν παραλαμβάνοντες ὁρῶσιν, εἰς ὅ τι τελευτᾷ τὸ βοήθημα. γελοῖοι δ’ εἰσὶ κᾀκ τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα περιεκτικὸν μελαίνης χολῆς ὄργανον, οἷον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐστὶ τῆς ξανθῆς χολῆς, ἡγούμενοι, τεκμήριον ὑπάρχειν τοῦτο τοῦ μηδ’ ὅλως ἐν τοῖς ἀκριβῶς ὑγιαίνουσι σώμασι τὸν μελαγχολικὸν εἶναι χυμόν. οὐδὲ γὰρ οὐδὲ τὸ φλέγμα συγχωρήσουσιν ἐν ἡμῖν εἶναι, καθάπερ οὐδ’ ἐν ταῖς περιστεραῖς τὴν ξανθὴν χολήν· οὐ γὰρ ἔχουσι τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ὥσπερ οὐδ’ ἄλλᾳ τινὰ ζῶα. καὶ μέντοι καὶ παρὰ τὴν ὁμωνυμίαν ἑαυτοὺς, οὐ γὰρ ἡμᾶς γε, σοφίζονται, τὸν μελαγχολικὸν χυμὸν, ὃν ἐν τοῖς ὑγιαίνουσι γεννᾶσθαί φαμεν, ἀκούοντες ἀεὶ κατὰ τῆς μελαίνης λέγεσθαι χολῆς, ἣν ἐν τῷ παρὰ φύσιν ἔχειν γεννᾶσθαί φαμεν. οὐ γὰρ ἡ αὐτὴ κατά γε τοὺς ἀκριβῶς ὑγιαίνοντάς ἐστι μέλαινα χολὴ, καί τινας τῶν παρὰ φύσιν ἐχόντων, ἀμφοτέρας δὲ μελαγχολικὸν χυμὸν ὀνομάζειν οὐδὲν

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download