De Atra Bile (On Black Bile)
Kühn 1823
οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ ταῖς αἰσθηταῖς ποιότησιν.
οὔτε γὰρ στρυφνότητος, οὔτε ὀξύτητος μετέχει σαφῶς ταῦτα,
τῆς μελαίνης χολῆς κατά τε τὴν γεῦσιν ἐμφαινούσης τοῖς
ἐμοῦσιν αὐτὴν καὶ κατὰ τὴν ὄσφρησιν, οὐκ ἐκείνοις μόνον,
ἀλλὰ καὶ τοῖς ἄλλοις. οὐ μὴν οὐδὲ ζυμοῖ τὴν γῆν, ὡς
ἐκείνη. ἀλλ’ εἰ καὶ κατὰ τοῦτ’ ἔοικεν ὄξει δριμυτάτῳ, τῷ
παχυμερεῖ τῆς οὐσίας ἐναντιώτατα διάκειται, καὶ διὰ τοῦθ’,
οἷς ὁμιλήσειεν ἂν τοῦ σώματος μέρεσιν ἄκρατος, ἑλκοῖ πάντως
αὐτὰ διαβιβρώσκουσα. τὸ μὲν γὰρ ὄξος, ἅτε λεπτομερὲς
ὂν, διεξέρχεται, τὸ δὲ τῆς μελαίνης χολῆς πάχος,
ἕδραν μόνιμον αὐτῇ παρέχον, αἴτιον τῆς ἀναβρώσεως γίνεται.
ὥσπερ δὲ τοῖς εἰρημένοις γνωρίσμασι σαφῶς διορίζεται
τῶν μελάνων, εἴτε χυμῶν ἐθέλεις λέγειν, εἴτε διαχωρημάτων,
εἴτ’ ἐδεσμάτων, ἡ μέλαινα χολὴ, οὕτω κᾀν τῷ
μήτε μυῖαν μήτ’ ἄλλο τι ζῶον ἐθέλειν αὐτῆς γεύσασθαι,
καθάπερ οὐδὲ τῆς κατακοροῦς ἅλμης. οὐδὲ γὰρ ἐν ἐκείνῃ
διαζῇ ζῶον, ὡς ἡ καλουμένη νεκρὰ θάλασσα τεκμήριον.
Work
Title: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 104-148
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_044.xml [84 Kb]