Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

τὸ μέν τι λεπτομερέστερόν ἐστι τῇ συστάσει, τὸ δὲ παχυμερέστερον, ὥσπερ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ οὐσίαι διαφέρουσι. γινωσκόντων δ’ ἡμῶν, ἅπαντα τὴν διοικοῦσαν τὸ σῶμα φύσιν ἐπὶ σωτηρίᾳ τοῦ ζώου πράττειν, ὁρώντων τε καὶ τοὺς ἐκκριτικοὺς πόρους τῶν ἀχρηστοτέρων μορίων τῆς τροφῆς τε καὶ τοῦ ποτοῦ, θαυμαστὸν οὐδὲν εἶναι δοκεῖ, καὶ τῆς ὑποστάθμης τοῦ αἵματος ἐπιτεχνήσασθαί τινα κένωσιν αὐτὴν, ἥτις ὁποία μέν ἐστι καὶ διὰ τίνων γίνεται μορίων, αὖθις ἐπισκεψόμεθα.

Νυνὶ δὲ πρότερον, ἃ διὰ τῆς πείρας ἔγνωμεν, ἀρχὴν ποιησάμενοι τῆς διὰ τοῦ λόγου γενησομένης σκέψεως, ὅσα πεπείσμεθα χρόνῳ πολλῷ βασανίσαντες, ευρηκέναι ταῦτα ἐροῦμεν. ὁρᾶται δὴ τὸ κατὰ τὰς φλεβοτομίας αἷμα παχύτερον καὶ μελάντερον ἐν ταῖς τῶν ξηρῶν καὶ θερμῶν σωμάτων φύσεσι, ὥσπερ γε καὶ κατὰ τὰς τοιαύτας ὥρας, καὶ χώρας, καὶ καταστάσεις, ἐπιτηδεύματά τε καὶ δίαιταν ἐν ἐδέσμασι παχυχύμοις τε καὶ αὐχμώδεσιν,

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download