Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

μοχθηρότατον ἐν ταῖς φλεψὶν, ὃ μετὰ τὴν ἀποκύησιν ἀποκρίνεται, καθάπερ ἐν ἑκάστῳ μηνὶ τὸ περιττόν τε καὶ ἄχρηστον, οὐ κατὰ τὸ ποσὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸ ποιόν· ὅπερ ὡς τὸ πολὺ μελάντερόν ἐστι τοῦ κατὰ φύσιν ἔχοντος αἵματος. οὕτω γοῦν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ δευτέρῳ περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· Καλῶς οὖν ἔχει τὸν βουλόμενον ὀρθῶς ἰατρεύειν ἐν τοῖς κατ’ ἰατρικὴν γυμνάζεσθαι, καὶ μηδὲν τῶν γινομένων συμπτωμάτων περὶ τὸ πάθος ἀζήτητον ἀφεῖναι, ἀλλ’ ἐπισκοπεῖσθαί τε καὶ πραγματεύεσθαι, κατὰ τίνα διάθεσιν ἕκαστον αὐτῶν γίνεται. συμβέβηκε γάρ ποτε, γυναίου ἐν πυρετοῖς ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν, μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται. ζητουμένης τε τῆς ἐκκρίσεως, κατὰ τίνα διάθεσιν γεγένηται, ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν αἱ ἡμέραι τῆς καθάρσεως, οὐ γινομένης δὲ ταύτης τῆς ἐκκρίσεως, ἐπὶ τὴν κύστιν ὁρμὴν λαβεῖν τὰ συνειλημμένα. 

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download