Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

αἰτίαν εἰπεῖν τῆς σιωπῆς, γράφοντος αὐτοῦ· Συνέβαινε γάρ ποτε, γυναίου ἐν πυρετῷ ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν, μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται. οὐκοῦν, ὅτι μὲν τοῖς ἔμπροσθεν ἰατροῖς ἐν τοῖς φαυλοτάτοις σημείοις ἐγέγραπτο μέλαν οὖρον, ἐπίστασθαί φησιν, ὡς ἀνεγνωκὼς δηλονότι τὰ περὶ οὔρων αὐτοῖς γεγραμμένα, μεγίστην ἔχοντα δύναμιν τῶν ἐπὶ τοῖς ὀξέσι πυρετοῖς νοσούντων. ἐχρῆν γοῦν αὐτὸν ἐν τῇ περὶ πυρετῶν πραγματείᾳ, καὶ μάλιστά γε κατ’ αὐτὸ τοῦτο τὸ δεύτερον, ἐν ᾧ ταῦτ’ ἔγραψεν, ἐπιπλέον ἐξειργάσθαι τὸν περὶ αὐτῶν λόγον. Ἱπποκράτης μὲν οὕτω κατὰ τὸ προγνωστικὸν ἔγραψεν· Οὖρον δὲ ἄριστόν ἐστιν, ὁκόταν ᾖ λευκή τε ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει τε γὰρ ἀσφάλειαν, καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. εἰ δὲ παραλίποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέει, ποτὲ δὲ ὑφίσταταί τε λευκὸν καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. εἰ δ’ εἴη τό τε οὖρον ὑπέρυθρον

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download