De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἕπεται, ἢ ἁμάρτημα, πάθος οὐδέποτε. τὸ γοῦν οἰηθῆναι
τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ ὁ Ἐπίκουρος, ἡμαρτημένος
τε λόγος ἐστὶ καὶ ψευδὴς, ἁπάσας τε τὰς ἐνεργείας
καὶ κατὰ μέρος κινήσεις ἐκ τῆς ψυχῆς, ὅσαι τῆς ἡδονῆς ὡς
τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης
ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ
γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ’ ἔστι τὸ χωρὶς λόγου
κινεῖσθαι τὴν ψυχήν. ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν·
οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ
οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς
κρατοῦσι τῶν κατ’ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν,
ἀλλ’ οὐχ ὑπ’ αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἳ κατὰ
πρανοῦς θέοντες. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει
καὶ ταυτὶ προσγράφει· οἱ δέ γε κατὰ τὸν λόγον κινούμενοι
ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, καὶ ἐὰν ὁποιοσοῦν ᾖ,
κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε
πεισθῆναι ἐάν περ ἐνδείκνυται αὐτὸς παραπλησίως τοῖς
περιπατοῦσιν. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει· διὸ καὶ
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]