Digital Corpus for Graeco-Arabic Studies

Galen: De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)

Kühn 1823

τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾷν μόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον μὲν τὸ αἰσθητικὸν, σκληρότερον δὲ τὸ κινητικὸν νεῦρον ἐγένετο. μέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς, ἐπειδὴ παχυμερές ἐστι τὸ ταύτης αἰσθητόν. ἔμπαλιν δὲ τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι μόνον αἰσθητῷ τρήματι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάμεως, ἀλλὰ καὶ τῇ μαλακότητι, καὶ τῷ μεγέθει, καὶ τῷ δύεσθαι πάλιν ἐν ὀφθαλμοῖς γενόμενον ἐξομοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ. καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον ἐστὶν ἐγκεφάλου τε καὶ ὀφθαλμοῦ μεταξύ· τὸ μὲν ἔνδον ἑαυτοῦ μαλακώτερον ἔχει, τὸ δ’ ἔξω σκληρότερον, ἀμφοτέρων στοχασαμένου τοῦ δημιουργοῦ, τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ διασώζειν, εἰς ὅσον οἷόν τε, τὴν ἐγκεφάλου φύσιν. εἰκότως οὖν ἁπάντων νεύρων, οὐ μόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων, ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, μέγιστον ἀπειργάσθη τὸ τῆς ὄψεως. ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἄλλα ὑπάρχειν πολλὰ, τετρῆσθαί τε διὰ τοῦ βάθους, καὶ μαλακὰ μὲν

Work

Title: Galen: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων

Domains: Medicine, Philosophy, Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 181-805

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_046.xml [1.2 Mb]