De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
μὴ ἐᾷν κομήτας, ἐὰν δ’ αὖ κομῆται, μὴ τοὺς
ἑτέρους. γελοῖον μὲν τἂν εἴη, ἔφη. ἆρα κατ’
ἄλλο τι, εἶπον ἐγὼ, γελοῖον, ἢ ὅτι τότε οὐ πάντως τὴν
αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέμεθα, ἀλλ’ ἐκεῖνο τὸ
εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον ἐφυλάττομεν
τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα; οἷον ἰατρικὸν μὲν
καὶ ἰατρικὴν τὴν ψυχὴν ἔχοντα τὴν αὐτὴν φύσιν ἔχειν
ἐλέγομεν. ἢ οὐκ οἴει; ἔγωγε. ἰατρικὸν δέ γε καὶ τεκτονικὸν
ἄλλην; πάντως που. οὐκοῦν, ἦν δ’ ἐγὼ, καὶ τὸ τῶν
ἀνδρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν μὲν πρὸς τέχνην
τινὰ ἢ ἄλλο ἐπιτήδευμα διαφέρον φαίνηται, τοῦτο δὴ φήσομεν
ἑκατέρῳ δεῖν ἀποδιδόναι, ἐὰν δ’ αὐτῷ τούτῳ φαίνηται
διαφέρειν, τῷ τὸ μὲν θῆλυ τίκτειν, τὸ δ’ ἄῤῥεν ὀχεύειν,
οὐδέν τί πω φήσομεν μᾶλλον ἀποδεδεῖχθαι, ὡς πρὸς ὃ
ἡμεῖς λέγομεν διαφέρει γυνὴ ἀνδρὸς, ἀλλ’ ἔτι οἰησόμεθα
δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡμῶν καὶ τὰς
γυναῖκας αὐτῶν. καὶ ὀρθῶς γ’, ἔφην. οὐκοῦν μετὰ τοῦτο·
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]