Digital Corpus for Graeco-Arabic Studies

Galen: De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)

Kühn 1823

ἐκφαίνεται, τὸ μήτε τὴν καρδίαν ἐγκεφάλου τινὸς δεῖσθαι πρὸς τὴν οἰκείαν κίνησιν, μήτε τὸν ἐγκέφαλον τῆς καρδίας. οὐ μὴν τούτου γε ἕνεκεν ἐμνημόνευσα τῶν ἐκ τῆς ἀνατομῆς φαινομένων, ἀλλ’ ὅπως ἐπιδείξαιμι τὸ ψυχικὸν πνεῦμα κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας περιεχόμενον. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ἂν τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό. καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον, ὡς μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεσθαι, μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατομῶν. Ἀριστοτέλει δέ γε καὶ Πραξαγόρᾳ, παρὰ τὸ φαινόμενον ἀποφαινομένοις, ἀρχὴν τῶν νεύρων εἶναι τὴν καρδίαν, ἐγκαλέσειεν ἄν τις δικαίως. ὅτι μὲν γὰρ ἄλλα πολλὰ τῶν κατὰ τὰς ἀνατομὰς ἀκριβῶς οὐχ ἑωράκασιν, ἐξ ὧν ὑπελείποντο συνταγμάτων ἔνεστι καταμαθεῖν·

Work

Title: Galen: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων

Domains: Medicine, Philosophy, Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 181-805

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_046.xml [1.2 Mb]