De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ὅτι δὲ ἤτοι παντάπασιν αὐτοὶ τυφλώττοντες, ἢ τυφλοῖς
διαλεγόμενοι, περὶ τῆς τῶν νεύρων ἀρχῆς ἔγραψαν, οὐ λόγοις
χρὴ μακροῖς κατασκευάζειν, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν
ἰέναι. φαίνεται γὰρ, ὡς ἔμπροσθεν ἐδήλωσα, τὰ μὲν τῶν
νεύρων ἐξ ἐγκεφάλου ἄντικρυς ἐκπεφυκότα, τὰ δ’ ἐκ τοῦ
νωτιαίου μυελοῦ, νωτιαῖος δ’ αὐτὸς ἐξ ἐγκεφάλου. βέλτιον
οὖν ἦν οὔθ’ ἁπλῶς ἀρχὴν τῶν νεύρων ἀποφήνασθαι
τὴν καρδίαν, ὅπερ Ἀριστοτέλης ἐποίησεν, οὔτε ἐκ πανουργίας
τινὸς ἐπιβεβουλευμένης, ὡς ὁ Πραξαγόρας. οὗτος γὰρ
ὁ ἀνὴρ ἐπειδὴ μηδὲν ἑώρα νεῦρον ἐκφυόμενον τῆς καρδίας,
ἐφιλοτιμεῖτο δὲ πρὸς Ἱπποκράτην, καὶ πάντως ἐβούλετο τὸν
ἐγκέφαλον ἀφελέσθαι τῆς τῶν νεύρων ἀρχῆς, οὐ σμικρὸν
ἀπετόλμησε ψεύσασθαι, τὰς ἀρτηρίας φάμενος ἐν τῷ προϊέναι
καὶ κατασχίζεσθαι στενὰς γιγνομένας εἰς νεῦρα μεταβάλλειν·
τοῦ γὰρ δὴ σώματος αὐτῶν ὑπάρχοντος νευρώδους
μὲν, ἀλλὰ κοίλου, κατὰ τὴν ἐπὶ πλέον ἐν τῷ ζώῳ σχίσιν
οὕτως γιγνομένων μικρῶν τῶν κοιλοτήτων, ὡς ἐπιπίπτειν
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]