De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἑτέρωθι οὐ σμικρὸς λόγος. ἐπὶ δὲ τὰς ἀρτηρίας αὖθις ἐπάνειμι.
καὶ καταλίπωμεν ἤδη τὰς κατὰ τὸν θώρακα, μηδ’
αὐτοῦ τοῦ Πραξαγόρου τολμήσαντος ἐν θώρακι φάναι μηδεμίαν
ἀρτηρίαν εἰς νεῦρον μεταβάλλειν. καίτοι, εἴπερ ἐν
θώρακι μὲν φαίνεται νεῦρα πάμπολλα, μεταβάλλει δ’ οὐδὲ
μία κατ’ αὐτὸν εἰς νεῦρον ἀρτηρία, δῆλον ὡς οὐκ ἔστιν ἐκ
τῶν ἀρτηριῶν ἡ γένεσις τοῖς νεύροις. ἀλλὰ γὰρ ἐπὶ τὰς
ἔξω τοῦ θώρακος ἴωμεν. ὧν πρώτη μέν ἐστι συζυγία τῶν
ἐπὶ τὰς ὠμοπλάτας ἀναφερομένων, ἀφ’ ὧν οὐκ ὀλίγη μοῖρα
καὶ πρὸς τὸν νωτιαῖον εἴσω καταδύεται, καὶ τοῖς ἐν τραχήλῳ
μυσὶ διασπείρεται, δευτέρα δὲ τῶν εἰς τὰς χεῖρας
φερομένων ἀρτηριῶν, ἅς μοι καὶ μάλισθ’ ὡς ἀπονευρουμένας
ὁ Πραξαγόρας αἰνίττεσθαι δοκεῖ. καίτοι φανερώτερόν γε
τῶν κατὰ τὸν θώρακα καὶ ταύτας ἰδεῖν ἔστιν, ὅσῳ περ καὶ
μείζους εἰσὶν, εἰς ὅλα τὰ κῶλα κατασχιζομένας ἄχρι τῶν
δακτύλων. ἀλλ’ οὐδὲ τούτων οὐδὲ μία φαίνεται νεῦρον
γιγνομένη. καὶ γὰρ αἱ κατὰ τοὺς καρποὺς τῶν χειρῶν,
ὧν ἔθος ἡμῖν ἐστιν ἅπτεσθαι πυρετῶν διαγνώσεως ἕνεκα,
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]