De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἤδη τἀληθές; ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημένων τεττάρων
νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀποβλαστάνει,
καθὰ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόνδυλος
τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ, μεταξὺ τοῦ πέμπτου
τε καὶ ἕκτου, καὶ δὴ καὶ ἡ τρίτη μὲν, ἵνα συμβέβληκεν
ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δ’ ἐπ’ αὐτῇ. τὸ
δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται
τοῦ θ’ ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ
τοῦ πρώτου τῶν ἐν τῷ θώρακι· καὶ τοῦτό ἐστι τὸ εἰς
ἄκρας ἰὸν τὰς χεῖρας. οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν
πρὸ ἡμῶν ἔγραψαν, ὧν κᾀν τοῖς πρώτοις λόγοις κᾀν τοῖς
νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν, πληθυντικῶς εἴ
τί που παρεῖδον, ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών·
ἐν ἑτέρᾳ γάρ μοι πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται.
οὐκ οὖν ἀρτηρίας χρὴ ζητεῖν, ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες,
ἢ τοὺς δακτύλους κινήσομεν, ἤ τι τῶν κατὰ τὰς
χεῖρας ἕτερον. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω
τῶν ἀρτηριῶν, οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως,
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]