De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
τῶν Στωϊκῶν ὑπειλήφασιν. ἐπιχειρεῖται γὰρ, ὡς εἶπον, ἀπὸ
τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὅθεν καὶ λείπειν ἡγητέον
τῷ τοῦ Ζήνωνος λόγῳ λήμματα πρὸς τὸ τελέως ἠρωτῆσθαι.
δειχθείη δὲ ἂν ἐναργέστερον τοῦτο, τῶν λημμάτων μεταληφθέντων
ἐπὶ τὸ σαφέστερον, ὡς εἶναι τὸν λόγον τοιόνδε·
φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου
ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. ὅθεν
δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν ἐκπέμπεται. λόγος δὲ ἐκ διανοίας
ἐκπέμπεται. ὥστ’ οὐκ ἔστιν ἐν τῷ ἐγκεφάλῳ ἡ διάνοια.
τὸ μὲν οὖν πρῶτον λῆμμα τῶν πρὸς αἴσθησιν ἐναργῶν
ἐστιν, ὥστ’ οὐδ’ ἀποδείξεως αὐτὸ δεῖται. πιστὰ γὰρ
ἐξ αὐτῶν ὑπάρχει πάντα τὰ πρὸς αἴσθησιν ἐναργῆ. τὸ δὲ
δεύτερον οὔτε τῶν πρὸς αἴσθησιν οὔτε τῶν πρὸς νόησιν
ἐναργῶν ἐστι. τὴν ἀρχὴν γὰρ οὐδὲ ἐκ τῶν πρώτων ἀξιωμάτων
ὑπάρχει. ἀλλ’ ἐχρῆν ᾧδέ πως ἐρωτηθῆναι τὸν λόγον,
εἴπερ ἐκ τῶν πρώτων τε καὶ ἀποδεικτικῶν ἤμελλεν
ἄρχεσθαι. φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά
τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται.
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]