De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἀναμφισβήτητον ἤδη λαμβανέσθω τὸ τὰ κάτω τῆς καρδίας
ἐξ ἐκείνου τρέφεσθαι, ἀλλὰ καὶ αὐτοῦ τοῦ θώρακος ὅλα
τὰ κάτω μέρη. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύμπαντα
τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, καὶ πρῶτόν γε
καὶ μέγιστον ἡ κάθαρσις τῶν περιττωμάτων τοῦ αἵματος.
ὡς γὰρ συμπεπληρωμένῃ τῇ τοῦ χυμοῦ γενέσει καὶ τὸ
προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ
τῶν περιττωμάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν
χοληδόχον κύστιν. οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι
περίττωμα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερμοῦ μεταβαλλομένης,
ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθμόν ἐστι.
τουτὶ γὰρ δέδεικταί μοι δι’ ἑτέρων ἤδη πραγματειῶν, αὖθίς
τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ
πραγματείαν. νυνὶ δ’ εἴρηται μὲν, ὡς μηδὲν τῶν ἀληθῶν
παραλείποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν.
ὁμολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ
τῆς χοληδόχου κύστεως ἐκκαθαίρειν τὸ αἷμα. κατὰ δὲ τὴν
καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν,
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]