De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ἀποβλάστημά τι τὸ εἰς τὴν καρδίαν ἐμφυόμενον, οὐκ ἐξ
ἐκείνης αὐτή. γνώρισμα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ μὲν
ἀρτηρίαν τὴν μεγάλην τὸ θεωρούμενον, ἄν τινα βουλοίμην
οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα. μία γὰρ ἀρτηρία
μεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφύσασα, σαφῆ
σχίσιν εἰς ἀμφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς
τὴν κεφαλὴν, ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶμεν καταφερομένην.
οὕτως δ’ οὖν ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυομένην
φλέβα σαφῆ τὴν νομὴν ἴσχειν εἰς ἄμφω τὰ μέρη.
φαίνεται δ’ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφερομένης ἐξ
ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι
τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν
ἀρχὴν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν; ἐπὶ γὰρ ἀνομοίοις
γνωρίσμασιν ἀνόμοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν.
εἰ δέ τῳ δοκεῖ μικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισμα,
καίτοι γ’ οὐκ ὄντος μικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ
σμικρὸν εἶναί φησι, τὸ πολλὰ τῶν ζώων οὐκ ἔχειν τὴν δεξιὰν
κοιλίαν τῆς καρδίας. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]