De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
τῶν γοῦν ἀνατμηθέντων ὑπ’ ἐμοῦ μέχρι γε τοῦ δεῦρο σχεδὸν
οὐκ ἔστιν ὅτῳ μὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει, καὶ κοίλη
φλὲψ, καὶ ἀρτηρία ἡ μεγάλη. καὶ φαίνεται, καθάπερ ἡ ἀρτηρία
τῆς καρδίας, οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυομένη
διὰ παντὸς, κᾂν μηδ’ ὅλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν.
καὶ διὰ τοῦτο φαίνεται σχιζομένη μετὰ τὸ διελθεῖν τὰς φρένας
ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅταν ἐγγὺς
ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζώοις οὐκ ὀλίγοις ἐστὶ
μὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς
μεγάλα δύο σχιζομένη, πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι. καὶ
τοῦτο πᾶσι μὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί
τε τοῖς ἕρπουσι, καὶ τῶν βαδιζόντων οὐκ ὀλίγοις. ὥστε τὰ
πλεῖστα τῶν ζώων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος
ἔχει ἀρχομένην. ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ
ἐκείνου τοῦ σπλάγχνου φυόμενον ἀγγεῖον ἑκατέρων τῶν τμημάτων,
ὡς ἅμα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης. εἰ δὲ
εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζώου φαίνοιτο θατέρου
τμήματος, ἀλλὰ συναμφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]